Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.3 Joseph. AJ 6.8 (English) >>Joseph. AJ 6.11

6.6μένει δʼ οὐδὲ παρʼ ἐκείνοις· ὑπὸ γὰρ τῶν αὐτῶν παθῶν ἐλαυνόμενοι πρὸς τὰς ἐχομένας ἀπολύουσι πόλεις. καὶ τοῦτον ἐκπεριέρχεται τὸν τρόπον τὰς πέντε τῶν Παλαιστίνων πόλεις κιβωτὸς ὥσπερ δασμὸν ἀπαιτοῦσα παρʼ ἑκάστης τοῦ πρὸς αὐτὰς ἐλθεῖν διʼ αὐτὴν ἔπασχον. 6.7

Ἀπειρηκότες δὲ τοῖς κακοῖς οἱ πεπειραμένοι καὶ τοῖς ἀκούουσιν αὐτὰ διδασκαλία γινόμενοι τοῦ μὴ προσδέξασθαι τὴν κιβωτόν ποτε πρὸς αὑτοὺς ἐπὶ τοιούτῳ μισθῷ καὶ τέλει, τὸ λοιπὸν ἐζήτουν μηχανὴν καὶ πόρον ἀπαλλαγῆς αὐτῆς. 6.8καὶ συνελθόντες οἱ ἐκ τῶν πέντε πόλεων ἄρχοντες, Γίττης καὶ Ἀκάρων καὶ Ἀσκάλωνος ἔτι δὲ Γάζης καὶ Ἀζώτου, ἐσκόπουν τί δεῖ ποιεῖν. καὶ τὸ μὲν πρῶτον ἐδόκει τὴν κιβωτὸν ἀποπέμπειν τοῖς οἰκείοις, ὡς ὑπερεκδικοῦντος αὐτὴν τοῦ θεοῦ καὶ συνεπιδημησάντων αὐτῇ τῶν δεινῶν διὰ τοῦτο καὶ συνεισβαλόντων μετʼ ἐκείνης εἰς τὰς πόλεις αὐτῶν· 6.9ἦσαν δὲ οἱ λέγοντες τοῦτο μὲν μὴ ποιεῖν μηδʼ ἐξαπατᾶσθαι τὴν αἰτίαν τῶν κακῶν εἰς ἐκείνην ἀναφέροντας· οὐ γὰρ ταύτην εἶναι τὴν δύναμιν αὐτῇ καὶ τὴν ἰσχύν· οὐ γὰρ ἄν ποτʼ αὐτῆς κηδομένου τοῦ θεοῦ ὑποχείριον ἀνθρώποις γενέσθαι. ἡσυχάζειν δὲ καὶ πρᾴως ἔχειν ἐπὶ τοῖς συμβεβηκόσι παρῄνουν αἰτίαν τούτων οὐκ ἄλλην μόνην λογιζομένους τὴν φύσιν, καὶ σώμασι καὶ γῇ καὶ φυτοῖς καὶ πᾶσι τοῖς ἐξ αὐτῆς συνεστῶσι κατὰ χρόνων περιόδους τίκτει τοιαύτας μεταβολάς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.3 Joseph. AJ 6.8 (English) >>Joseph. AJ 6.11

Powered by PhiloLogic